Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.157 Joseph. AJ 5.162 (English) >>Joseph. AJ 5.167

5.160

Ποιήσαντες οὖν τὴν στρατιὰν δύο μέρη τὴν μὲν ἡμίσειαν προλοχίζουσι νυκτὸς περὶ τὴν πόλιν, οἱ δʼ ἡμίσεις συνέβαλον τοῖς Βενιαμίταις ὑπεχώρουν τε ἐγκειμένων, καὶ ἐδίωκον οἱ Βενιαμῖται τῶν Ἑβραίων ὑποφευγόντων ἠρέμα καὶ ἐπὶ πολὺ θελόντων εἰς ἅπαν αὐτοὺς ἐξελθεῖν ἀναχωροῦσιν εἵποντο, 5.161ὡς καὶ τοὺς ἐν τῇ πόλει πρεσβύτας καὶ νέους ὑπολειφθέντας διεκδραμεῖν διʼ ἀσθένειαν αὐτοῖς πασσυδὶ βουλομένους χειρώσασθαι τοὺς πολεμίους. ὡς δὲ πολὺ τῆς πόλεως ἀπέσχον, ἐπαύσαντο μὲν φεύγοντες οἱ Ἑβραῖοι, ἐπιστραφέντες δʼ ἵστανται πρὸς μάχην καὶ τοῖς ἐν ταῖς ἐνέδραις οὖσι τὸ σημεῖον αἴρουσιν συνέκειτο. 5.162οἱ δʼ ἐξαναστάντες μετὰ βοῆς ἐπῄεσαν τοῖς πολεμίοις. οἱ δὲ ἅμα τε ἠπατημένους αὑτοὺς ᾔσθοντο καὶ ἐν ἀμηχανίᾳ συνεστήκεσαν, καὶ εἴς τι κοῖλον συνελαθέντας καὶ φαραγγῶδες χωρίον περιστάντες κατηκόντισαν, ὥστε πάντας διαφθαρῆναι πλὴν ἑξακοσίων. 5.163οὗτοι δὲ συστραφέντες καὶ πυκνώσαντες ἑαυτοὺς καὶ διὰ μέσων ὠσάμενοι τῶν πολεμίων ἔφυγον ἐπὶ τὰ πλησίον ὄρη, καὶ κατασχόντες ἱδρύθησαν. οἱ δʼ ἄλλοι πάντες περὶ δισμυρίους ὄντες καὶ πεντακισχιλίους ἀπέθανον. 5.164οἱ δʼ Ἰσραηλῖται τήν τε Γάβαν ἐμπιπρᾶσι καὶ τὰς γυναῖκας καὶ τῶν ἀρρένων τοὺς μὴ ἐν ἀκμῇ διεχρήσαντο, τάς τε ἄλλας τῶν Βενιαμιτῶν πόλεις ταὐτὰ δρῶσιν, οὕτως τε ἦσαν παρωξυμμένοι, ὡς καὶ Ἰάβησον τῆς Γαλαδίτιδος οὖσαν, ὅτι μὴ συμμαχήσειεν αὐτοῖς κατὰ τῶν Βενιαμιτῶν, πέμψαντες μυρίους καὶ δισχιλίους ἐκ τῶν τάξεων ἐκέλευσαν ἀνελεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.157 Joseph. AJ 5.162 (English) >>Joseph. AJ 5.167

Powered by PhiloLogic